Παρασκευή 15 Ιανουαρίου 2016

Παρακλητικὸς κανὼν στὸν Ὅσιο Γέροντα Παΐσιο τὸν Ἁγιορείτη



Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνη σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιοθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ΄Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἐταπείνωσε εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἠμίν,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (4 φορὲς )

Τῷ Ἁγίω τοῦ Χριστοῦ Παϊσίω, τῷ δοξασθέντι δωρεαῖς οὐρανίους, προσπέσωμεν ἐκ βάθους ψυχῆς, Ἅγιε Παΐσιε, Ὀρθοδόξων Προστάτα, πάσης ἠμᾶς λύτρωσε συμφορᾶς καὶ ἀνάγκης καὶ πειρασμῶν καὶ νόσων χαλεπῶν, τοὺς καταφεύγοντας Πάτερ, τῆ σκέπη σου.
Δόξα….
Ὡς εἰληφῶς παρὰ Θεοῦ ἐξουσίαν τοῦ θεραπεύειν τὰς δεινὰς καχεξίας Πάτερ, ἴασαι δεόμεθα τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πκραῖς ἀλγηδόσι καὶ ἐν εἰρήνη φύλαττε ἠμᾶς, ταῖς σαῖς πρεσβεῖες Πάτερ Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ προΐστασο πρεσβεύουσα, τὶς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἴτα τὸν Ν΄ Ψαλμὸν....
Ἐλέησόν μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἂπ΄ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρύσαι μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, ἀναβοῶν ὡς μεσίτη πρὸς τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου καὶ τὴν κὰτ΄ἄμφω ὑγείαν μοὶ δώρησαι.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ὁσίως ἀνύσας σου τὴν ζωήν, ἀεὶ ἁγιάζεις καὶ λυτροῦσαι παντὸς κακοῦ Παϊσιε Πάτερ Θεοφόρε τοὺς προσιόντας τὴ σκέπη σου.

Θεοτοκίον.
Παναγούδας τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ὠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτήρα καί βοηθεῖν ἐν κινδύνοις καὶ θλιψεσει.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἀγαλλόμενοι πάντες, ὡς ἐν χορῶ, κράζομέν σου τοὺς ἄθλους, πάτερ, αἰνούντεςκαι τοὺς ἀγώνας σου κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων, οὐ μανίας, ὅσιε, σῶζε ὑμνοῦντας σέ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἀπορρήτων τὸν μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἑλλάδος τὸν προστάτην πάντες δοξάσωμεν, ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δί? ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.

Θεοτοκίον
Φυλακτήριον πάντων ἐκ τῶν δεινῶν θλίψεων σὺ ὑπάρχεις μόνη, Παρθένε, φρούρει ὑμνοῦντας σὲ ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Παϊσίου, πανελλήνων Γέροντος, παντελεήμονος.

Διασωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Φύλαξαι ἠμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῆ πίστει τοῦ Χριστοῦ ἠμῶν, Παΐσιε ὅσιε, τοῦ Ἄθω τὸ νέον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Πληγεῖς τῆ κακία τοῦ δυσμενοῦς, τῆ σῆ ἀντιλήψει καταφεύγω ἀναβοῶν: Εἰρήνευσον Πάτερ τὴν ζωή μου καὶ τὴν κὰτ΄ἄμφω ὑγείαν μοὶ δώρησαι.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.

Ὢ καινὰ καὶ θαυμάσια τὰ τὴ χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοί; Δειλιῶ, ὢ πάτερ, καὶ ἐξίσταμαι.

Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον,
ὑμνωδεῖν σὲ καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ὅλων ὁ πατὴρ καὶ προστάτης ὄντως γέγονας θλιβομένων ἐν ζωὴ ἡ χαρμονή, ὡς παρέχων πάσι θείαν προστασίαν σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ρῶσιν ἐν δεινοῖς σέ, Παϊσιε, κεκτήμεθα, σοῖ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτην πρὸς Θεὸν τὸν πανοικτίρμονα.

Φύλαξον ἡμᾶς τοὺς τιμώντας σέ, Παϊσιε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.

Θεοτοκίον.
Ὕμνον σοί, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν Εὕας λύσασαν τῷ τόκω σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ρωννύμεθα ταῖς εὐχαίς σου, ὅσιε, καὶ ψυχὴν πρὸς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Παϊσιε, πάτερ ἠμῶν· ὅθεν πάντες κοινὴ ἀνυμνοῦμεν σέ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Θαυμάτων δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον Πάτερ ἀσθενείας ὀδυνηρᾶς τῶν τὴν σὴ βοήθειαν ζητούντων θαυματουργὲ Παϊσιε.

Θεοτοκίον
Ὑμνοῦντες σέ, Θεοτόκε Ἄχραντε, τὰς ψυχᾶς πρὸς οὐρανοὺς ἀνυψοῦμεν, τὴ τοῦ Υἱοῦ σου ἀγάπη θαρροῦντες καὶ μητρικαίς σου πρεσβείαις ἐλπίζοντες, δεόμενοι ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.

Διάσωσον ἀπὸ κινδύνων, Παΐσιε, σοὺς ἰκέτας καὶ παρασχου τὴ σὴ μονὴ βοήθειαν, ὅσιε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἔπ? ἐσχάτως τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

«Προστασία τῶν χριστιανῶν».

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (2 φορὲς)

Τοῖς ἁγίοις αὐτοῦ τοῖς ἐν τῆ γῆ ἐθαυμάστωσεν ὁ Κύριος.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. προσέχετε ἀπὸ τῶν ἀνθρώπων. ἐπιβαλούσι γὰρ ἐφ’ ὑμᾶς τὰς χείρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγᾶς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμὶν εἰς μαρτύριον. Θέσθε οὒν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι. Ἐγὼ γὰρ δώσω ἠμὶν στόμα καὶ σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσι ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀποληται. ἐν τὴ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχᾶς ὑμῶν.

Δόξα Πατρὶ καὶ Υἱὸ καὶ Ἁγίω Πνεύματι
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα, ἱερέων παντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σὲ ἀνόρθωσιν ἔγνωμεν, ὅσιε, καὶ τῶν δαιμονώντων τὴν λύτρωσιν· γαλήνης ἠμὶν πρόξενον καὶ χαρᾶς μεγάλης τὸν αἴτιον.Ὅθεν σοὶ βοῶμεν· μὴ παύση ἐπισκέπτεσθαι ἠμᾶς, ἰάσθαι, πάτερ Παϊσιε, καὶ φυλάττειν δούλους σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου διῆλθες καὶ ὑπηρέτησας Θεῶ τὲ καὶ ἀνθρώποις, νυκτὸς τὲ καὶ ἡμέρα προσευχόμενος, ὅσιε, καὶ φέρων πόνους ἠμῶν, Παϊσιε, παμμάκαρ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἠμῶν, ἴνα διασωθῶμεν κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος, θαρροῦντες, πάτερ, τὴ σὴ μεγάλη εὐσπλαγχνία.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἠγαπήθης ὑφ` ὅλων, ὡς ἀγάπην πηγάζων καὶ πλημμυρῶν ἠμᾶς, πληγᾶς τὲ θεραπεύων, δαιμόνια ἐκβάλλων καὶ ἐκ πόνων λυτρούμενος, παρέχων χάριν δεῖ ἀεὶ τοῖς αἰτουμένοις πάσι.

Θεοτοκίον
Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμω Σωτήρα ἀπειράνδρως καὶ Θεὸν Πανοικτίρμονα, πρὸς ὂν πρεσβεύεις ἀεὶ σωθῆναι τοὺς ἀνθρώπους.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ὑπὲρ ὑγείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχᾶς σου Χριστῷ σὺ προσάγεις, ὅθεν σὲ ὑμνοῦμεν, Παϊσιε, τρισμάκαρ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἁμαρτιῶν μου Σὺ τὴν πληθὺν ἅφες, Σῶτερ, Παϊσίου θερμαῖς ἰκεσίαις, καὶ ἐν μετανοία τὸν βίον μου παρασχου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Γαλήνην δίδου τρικυμιζούση καρδία, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων εὐγεργέτα.

Θεοτοκίον
Γέγονας μήτηρ ἐν παρθενία τελοῦσα,τὸν Θεὸν καὶ Σωτήρα τεκοῦσα, ὂν ἐκδυσωποῦσα, κινδύνων σώζεις πάντας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων καὶ ἐπηρειῶν ὀλεθρίων καὶ ἐπιθέσεων τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθής, ἀσθενεῖς διέσωζέ τους σὲ γεραίροντας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἐν ὀδύναις καὶ πόνοις καὶ φοβεραῖς μάστιξι Πάτερ. Τὴ ζωή μου ἀνύων, πρὸς σὲ κατέφυγον, μὴν οὒν παρίδης μέ, ἀλλὰ τὴ σὴ ἐπισκέψει, ἐκ τῶν συνεχόντων μὲ δεινῶν ἁπάλλαξον.

Θεοτοκίον.
Ὑμνοῦμεν σὲ Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμω δωρήσασαν, τεκοῦσα πάσι Σωτήρα Θεὸν καὶ ἄνθρωπον.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια ταῦτα.
Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός. Χαίροις μοναχῶν τὸ στέφος καὶ ἡ δόξα, Παϊσιε τρισμάκαρ, Ἄθωνος καύχημα.

Ρυσθῆναι πειρατηρίων παντοίων καὶ σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων, τὸν Παντικτοίρμωνα Λόγον ἱκέτευε, Παίσιε θαυματουργέ, τοὺς προστρέχοντας πίστει τὴ σκέπη σου.

Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τὴ Πάτμω σὺ γεγονῶς, ὤφθης μύστης μέγας τῶν θείων μυστηρίων, τὰ Χερουβὶμ ἐγγίσας τὴ ταπεινώσει σου.

Ναυαγῶν του βίου ὤφθης λιμῆ καὶ τῶν θλιβομένων ἡ παράκλησις ἡ θερμή, τῶν ἀπολωλότων ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνην ἰαμάτων τῆς θείας χάριτος.

Πᾶσαι τῶν ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον...

Ἀπολυτίκιον.

Καππαδοκίας τὸν γόνον, καὶ Ἁγίου Ὅρους τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρέτης, φίλον γνήσιον, Παϊσιον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπᾶς τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ Σου πάσιν ἰάματα.

Πάσι τοῖς τιμῶσιν εὐλαβῶς τὴν σεπτήν σου μνήμην, τρισμάκαρ, καὶ δεομένοις πιστῶς δώρησαι τὴν ἴασιν παθῶν, Παϊσιε· καὶ κινδύνων καὶ θλίψεων καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου τοὺς σοὶ προστρέχοντας· ἔχεις γὰρ πολλὴν παρρησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.

Δέσποινα, προσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἠμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.

Ἀστὴρ φαεινὸς ἐδείχθεις τοῖς μονάζουσιν. Ὡς φέγγος νυκτὶ αὐγάζεις ἐν τοῖς πέρασιν. Οὕτω Πάτερ ἐλάμψας καθάπερ ἥλιος, διὰ τοῦτο Παϊσιε μὴν παύσεις πρεσβεύων ὑπὲρ πάντων ἠμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου